Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.73 Joseph. AJ 2.78 (English) >>Joseph. AJ 2.83

2.76ἀπορούντων δʼ ἐκείνων ἔτι μᾶλλον βασιλεὺς ἐταράττετο. τὸν δὲ οἰνοχόον ὁρῶντα τοῦ Φαραώθου τὴν σύγχυσιν ὑπέρχεται μνήμη τοῦ Ἰωσήπου καὶ τῆς περὶ τῶν ὀνειράτων συνέσεως, 2.77καὶ προσελθὼν ἐμήνυσεν αὐτῷ τὸν Ἰώσηπον τήν τε ὄψιν, ἣν αὐτὸς εἶδεν ἐν τῇ εἱρκτῇ, καὶ τὸ ἀποβὰν ἐκείνου φράσαντος, ὅτι τε σταυρωθείη κατὰ τὴν αὐτὴν ἡμέραν ἐπὶ τῶν σιτοποιῶν κἀκείνῳ τοῦτο συμβαίη κατὰ ἐξήγησιν ὀνείρατος Ἰωσήπου προειπόντος. 2.78δεδέσθαι δὲ τοῦτον μὲν ὑπὸ Πετεφροῦ τοῦ ἐπὶ τῶν μαγείρων ὡς δοῦλον, λέγειν δʼ αὐτὸν Ἑβραίων ἐν ὀλίγοις εἶναι γένους ἅμα καὶ τῆς τοῦ πατρὸς δόξης. τοῦτον οὖν μεταπεμψάμενος καὶ μὴ διὰ τὴν ἄρτι κακοπραγίαν αὐτοῦ καταγνοὺς μαθήσῃ τὰ 2.79ὑπὸ τῶν ὀνειράτων σοι δηλούμενα.” κελεύσαντος οὖν τοῦ βασιλέως εἰς ὄψιν αὐτοῦ τὸν Ἰώσηπον παραγαγεῖν τὸν μὲν ἥκουσιν ἄγοντες οἱ κεκελευσμένοι τημελήσαντες κατὰ πρόσταγμα τοῦ βασιλέως. 2.80

δὲ τῆς δεξιᾶς αὐτοῦ λαβόμενος νεανία, φησί, σὺ γάρ μοι νῦν ἄριστος καὶ σύνεσιν ἱκανώτατος ὑπὸ οἰκέτου τοὐμοῦ μεμαρτύρησαι, τῶν αὐτῶν ἀγαθῶν, ὧν καὶ τούτῳ μετέδωκας ἀξίωσον κἀμὲ φράσας ὅσα μοι κατὰ τοὺς ὕπνους ὀνειράτων ὄψεις προδηλοῦσι· βούλομαι δέ σε μηδὲν ὑποστελλόμενον φόβῳ κολακεῦσαι ψευδεῖ λόγῳ καὶ τῷ πρὸς ἡδονήν, ἂν τἀληθὲς σκυθρωπότερον .



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.73 Joseph. AJ 2.78 (English) >>Joseph. AJ 2.83

Powered by PhiloLogic